Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.3 Joseph. AJ 7.8 (English) >>Joseph. AJ 7.12

7.6φήσας γὰρ πρὸς αὐτὸν, ὡς αὐτὸς γένοιτο κατήγορος ἀνελὼν τὸν βασιλέα, καὶ μαθών, ὡς εἴη πατρὸς Ἀμαληκίτου γένος, ἐκέλευσεν αὐτὸν ἀπολέσθαι. ἔγραψε δὲ καὶ θρήνους καὶ ἐπιταφίους ἐπαίνους Σαούλου καὶ Ἰωνάθου, οἳ καὶ μέχρις ἐμοῦ διαμένουσιν. 7.7

Ἐπεὶ δὲ τούτοις ἐξετίμησε τὸν βασιλέα παυσάμενος τοῦ πένθους ἤρετο τὸν θεὸν διὰ τοῦ προφήτου, τίνα δίδωσιν αὐτῷ κατοικῆσαι πόλιν τῆς Ἰούδα καλουμένης φυλῆς. φήσαντος δʼ αὐτοῦ διδόναι Γιβρῶνα καταλιπὼν τὴν Σίκελλαν εἰς ἐκείνην παραγίνεται τάς τε γυναῖκας ἐπαγόμενος τὰς αὑτοῦ, δύο δὲ ἦσαν, καὶ τοὺς ὁπλίτας τοὺς σὺν αὐτῷ. 7.8συνελθὼν δὲ πρὸς αὐτὸν πᾶς τῆς φυλῆς τῆς προειρημένης λαὸς ἀποδείκνυσιν αὐτὸν βασιλέα. ἀκούσας δʼ ὅτι τὸν Σαοῦλον καὶ τοὺς υἱοὺς αὐτοῦ θάψειαν οἱ ἐν Ἰαβησῷ τῆς Γαλααδίτιδος κατοικοῦντες, ἔπεμψε πρὸς αὐτοὺς ἐπαινῶν καὶ ἀποδεχόμενος αὐτῶν τὸ ἔργον, καὶ χάριτας ἀποδώσειν ἀντὶ τῆς πρὸς τοὺς τεθνηκότας σπουδῆς ὑπισχνούμενος, ἅμα δὲ καὶ δηλῶν ὡς Ἰούδα φυλὴ κεχειροτόνηκεν αὐτὸν βασιλέα. 7.9

δὲ τοῦ Σαούλου μὲν ἀρχιστράτηγος Ἀβεννῆρος Νήρου δὲ παῖς ἀνὴρ δραστήριος καὶ ἀγαθὸς τὴν φύσιν, ὡς ἔγνω πεσόντα τὸν βασιλέα καὶ τὸν Ἰωνάθην καὶ τοὺς δύο τοὺς ἄλλους αὐτοῦ παῖδας, ἐπειχθεὶς εἰς τὴν παρεμβολὴν καὶ τὸν περιλειπόμενον ἐξαρπάσας υἱὸν αὐτοῦ, Ἰέβοσθος δʼ ἐκαλεῖτο, διαβιβάζει πρὸς τοὺς πέραν τοῦ Ἰορδάνου καὶ παντὸς ἀποδείκνυσι τοῦ πλήθους βασιλέα πάρεξ τῆς Ἰούδα φυλῆς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.3 Joseph. AJ 7.8 (English) >>Joseph. AJ 7.12

Powered by PhiloLogic